Είσοδος Επικοινωνία Περιεχόμενα Links Επιστολή_Α.Θ.Π.

ΑΚΟΛΟΥΘΙΑ AΓ. MΥΡΟΥ

Οἱ Ἀρχιερεῖς μεταβαίνοντες πρὸς τὴν τελικὴν κατάθεσιν τοῦ
Ἁγίου Μύρου ἐκ τοῦ Πατριαρχικοῦ Ναοῦ εἰς τὸ Μυροφυλάκιον,
κατὰ τὸν καθαγιασμὸν τοῦ Ἁγίου Μύρου τὸ ἔτος 1973.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ  ΜΥΡΟΥ

ΚΑΘΑΓΙΑΖΟΜΕΝΟΥ  ΕΝ  Τῌ  ΜΕΓΑΛῌ  ΕΚΚΛΗΣΙᾼ ΤΗΝ  Μ.  ΕΒΔΟΜΑΔΑ

Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ

Περὶ τὸ τέλος τῆς Δοξολογίας, προσάγονται ὑπὸ δύο Διακόνων τῷ Πατριάρχῃ, περιβληθέντι ἤδη Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, καὶ ἵστανται ἔμπροσθεν τοῦ Θρόνου, ἐν ἠμικυκλίῳ, ὁδηγούμενοι ἐκ τοῦ Νάρθηκος ὑπὸ τοῦ Μ. Ἐκκλησιάρχου, ὁ Ἄρχων Μυρεψὸς καὶ οἱ συνεργήσοντες ἐν τῇ ἑψήσει τοῦ Ἁγίου Μύρου Εἰδικοὶ Κοσμήτορες, φέροντες λευκοὺς ποδήρεις χιτῶνας. 

Οἱ Διάκονοι ἐκφωνοῦσι
Κέλευσον! Κελεύσατε! Κέλευσον, Δέσποτα Ἅγιε, τοὺς νῦν προσφερομένους Σοι.
Ὁ Πατριάρχης, εὐλόγων αὐτούς, λέγει
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ α´ Διάκονος
 Τ
οῦ Κυρίου δεηθῶμεν.
Ὁ Πατριάρχης τὴν Εὐχὴν
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πιστὸς ἐν ἐπαγγελίᾳ καὶ ἀμεταμέλητος τοῖς χαρίσμασιν· ὁ καλέσας τοὺς δούλους Σου τούτους εἰς τὸ διακονῆσαι τῷ ἱερῷ ἔργῳ τῆς παρασκευῆς καὶ ἑψήσεως τοῦ Ἁγίου Μύρου, Αὐτός, συνεργὸς αὐτῶν γενόμενος, ἐνδυνάμωσον αὐτοὺς καὶ δὸς αὐτοῖς μετ᾽ ἐπιμελείας καὶ συνέσεως ἐπιτελέσαι τὸ ἱερὸν ἔργον. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ Οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωθείσης τῆς εὐχῆς, ὁ Πατριάρχης ἐπιτίθησι τῷ Ἄρχοντι Μυρεψῷ τὸ λέντιον, ἅμα δὲ ἐπιδίδωσιν αὐτῷ τε καὶ τοῖς λοιποῖς τοὺς Σταυροὺς τῆς Διακονίας. Οἱ δέ, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ Πατριάρχου, ἵστανται ἔναντι τοῦ Θρόνου, ἄχρι τοῦ τέλους τῆς Θείας Λειτουργίας. 

Ὁ Οἰκουμενικὸς Πατριάρχης Δημήτριος Α´ κατερχόμενος ἐκ τοῦ Παρεκκλησίου τοῦ Ἁγίου Ανδρέου εἰς τὸν Πατριαρχικὸν Ναὸν κατὰ τὸν καθαγιασμὸν τοῦ Ἁγίου Μύρου τὸ ἔτος 1973.

Τῌ  ΑΓΙΑ  ΚΑΙ   ΜΕΓΑΛῌ   ΔΕΥΤΕΡᾼ 

Τὸ πρωΐ, μετὰ τὸ πέρας τῆς Θείας τῶν Προηγιασμένων Λειτουργίας, δύο Ἱερεῖς, ὁ Μ. Ἀρχιμανδρίτης καὶ ὁ Μ. Σύγκελλος, καὶ δύο Διάκονοι, ὁ Δευτερεύων καὶ ὁ Τριτεύων, ἐξέρχονται ἐκ τοῦ Ἱεροῦ Βήματος, οἱ Ἱερεῖς φέροντες Ἐπιτραχήλιον, οἱ δὲ Διάκονοι Ὡράρια καὶ κρατοῦντες δικηροτρίκηρα. Προσερχόμενοι τῷ Πατριάρχῃ, ἵστανται ἑκατέρωθεν Αὐτοῦ, ὁ δὲ Μ. Ἐκκλησιάρχης κομίζει τῷ Πατριάρχῃ Ἐπιτραχήλιον καὶ Ὠμοφοριον, δι᾽ ὧν ὁ Μ. Ἀρχιδιἀκονος περιβάλλει Αὐτόν, μεθ᾽ ὃ προπορευόμενων τῶν Πατριαρχικῶν Χορῶν καὶ τῶν Ἰερέων· ἑπομένου τοῦ Πατριάρχου καὶ ἀκολουθούντων τῶν Συνοδικῶν Ἀρχιερέων, ἐξέρχονται πάντες ἐκ τοῦ Ἱ. Ναοῦ καὶ εἰσέρχονται εἰς τὸ ηὐτρεπισμένον πρὸς παρασκευὴν καὶ ἕψησιν τοῦ Ἁγίου Μύρου περίπτερον, ψάλλοντες τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Ἀκολούθως

Ὁ Δευτερεύων ἐκφωνεῖ
Εὐλόγησον Δέσποτα!
 
Ὁ Πατριάρχης
Εὐλογητὸς ὁ Θεός... Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
 
Ὁ Μ. Ἐκκλησιάρχης
Τὸ Τρισάγιον.
 
Ὁ Πατριάρχης
τι Σοῦ ἐστιν...
 
Μεθ᾽ ὃ οἱ Χοροὶ ψάλλουσι τὰ ἀκόλουθα τροπάρια
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.
Δόξα
ς τῶν Ἀποστόλων Πρωτόκλητος καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων, Ἀνδρέα, ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ  νῦν
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
 
Ὁ Πατριάρχης
Τὸ, Κύριε εἰσάκουσον, καὶ ἄρχεται ἡ Ἀκολουθία τοῦ Μικροῦ Ἁγιασμοῦ.

Πληρωθείσης δὲ ταύτης, 

Ὁ Δευτερεύων
 Τοῦ Κυρίου δεηθῶμεν.
 
Ὁ Πατριάρχης τὴν εὐχὴν
Κύριε Ἰησοῦ Χριστέ, Μονογενὲς Υἱὲ τοΰ Ἀνάρχου Πατρός, ὁ εἰπὼν διὰ τοῦ ἀχράντου Σου στόματος τὸ, χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν, πίστει καθαρᾷ προσδεχόμενος ἐξ ὅλης ψυχῆς μου καὶ ἐξ ὅλης καρδίας μου τὰ Θεῖα ῥήματά Σου, προσπίπτω τῇ ἀμέτρῳ ἀγαθότητί Σου δεόμενος, ἵνα βοηθήσῃς τῷ ἀναξίῳ δούλῳ Σου πληρῶσαι τὸ Θεῖον ἔργον, οὗ ἠρξάμεθα, εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Τῆς εὐχῆς περατωθείσης, λαμβάνει ὁ Πατριάρχης ἀπὸ τοῦ ἡγιασμένου ὕδατος καὶ ἁγιάζει, ῥαντίζων τά τε δοχεῖα καὶ τὰ σκεύη, τὰ πρὸς παρασκευὴν τοῦ Ἁγίου Μύρου ὡρισμένα, καὶ τὰ παρατεθέντα ἤδη ὑλικά. 

Ὁ Τριτεύων
Δόξα Πατρὶ κ.λπ. Κύριε ἐλέησον (τρίς). Δέσποτα Ἅγιε, εὐλόγησον.
 
Ὁ Πατριάρχης τὴν ἀπόλυσιν
Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι· Ὁ ἐν εἴδει πύρινων γλωσσῶν οὐρανόθεν καταπέμψας τὸ Πανάγιον Πνεῦμα ἐπὶ τοὺς Ἁγίους Αὐτοῦ Μαθητὰς καὶ Ἀποστόλους, Χριστός, ὁ Ἀληθινὸς Θεὸς ἡμῶν...
 
Μετὰ τὴν ἀπόλυσιν, Ὁ Δευτερεύων ἐκφωνεῖ
Πρόσχωμεν.

Ὁ Πατριάρχης

 Λαμβάνων τὸ ἐπὶ τῆς τραπέζης τοῦ Ἁγιασμοῦ δοχεῖον ἐλαίου, εὐλογῶν αὐτὸ ἐγχέει σταυροειδῶς ἐντὸς τῶν λεβήτων, λέγων·

Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

 Τὸ αὐτὸ ποιεῖ καὶ διὰ τὸ δοχεῖον τοῦ οἴνου.

Ἀκολούθως λαμβάνει τὸ κάνιστρον τῶν ἀρωμάτων καὶ τῶν ἀνθέων καὶ ῥίπτει ἐξ αὐτῶν ἐντὸς τῶν λεβήτων, εὐλογῶν πρότερον αὐτὰ καὶ ἐπιλέγων ἐφ᾽ ἑκάστῳ· Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν, τοῦ Δευτερεύοντος ἐκφωνοῦντος· Πρόσχωμεν. 

Τούτων οὕτω συμπληρωθέντων, Πατριαρχικὴ κελεύσει καὶ εὐλογία, οἱ ἐπὶ τούτῳ τεταγμένοι Κοσμήτορες ἐγχέουσιν εἰς τοὺς λέβητας ἔλαιον καὶ οἶνον, τὴν ἀπαιτουμένην ἐξ ἑκάστου εἴδους ποσότητα. Εἶτα 

Ὁ Πατριάρχης

Κρατῶν ἀνημμένην λαμπάδα, ἅπτει τὰ ἐφ᾽ ἕκαστον λέβητα τεθειμένα τεμάχια παλαιῶν Ἁγίων Εἰκόνων μετὰ φρυγάνων μεμιγμένα.
Οὕτω περατωθείσης, σὺν Θεῷ, τῆς προπαρασκευῆς πάσης, πρῶτος ὁ Πατριάρχης ἀναγινώσκει κεφάλαιά τινα τοῦ Ἱ. Εὐαγγελίου. Τὸ αὐτὸ ποιοῦσι καὶ οἱ Ἀρχιερεῖς, φέροντες Ἐπιτραχήλιον καὶ Ὤμοφόριον, οἱ Ἱερεῖς Ἐπιτραχήλιον καὶ οἱ Διάκονοι Ὡράριον. Ἡ τάξις αὕτη τῶν ἀναγνωσμάτων ἐξακολουθεῖ καθ' ὅλην τὴν ἡμέραν τῆς Μ. Δευτέρας, Μ. Τρίτης καὶ Μ. Τετάρτης. Ἐν τῷ μεταξὺ ὁ Ἄρχων Μυρεψὸς καὶ οἱ τεταγμένοι Κοσμήτορες ἐξακολουθοῦσιν ἀναδεύοντες ἐν εὐλαβείᾳ καὶ προσοχῇ τὰ ἐν τοῖς λέβησιν ἔλαιον καὶ οἶνον μετὰ τῶν ἐμβληθέντων ἐν αὐτοῖς ἀνθέων καὶ ἀρωμάτων.
 

Οἱ Ἀρχιερεῖς κατερχόμενοι ἐκ τοῦ Παρεκκλησίου τοῦ Ἁγίου Ανδρέου εἰς τὸν Πατριαρχικὸν Ναὸν κατὰ τὸν καθαγιασμὸν τοῦ Ἁγίου Μύρου τὸ ἔτος 1973.

Τῌ  ΑΓΙᾼ  ΚΑΙ   ΜΕΓΑΛῌ  ΤΡΙΤῌ 

Καὶ κατὰ τὴν δευτέραν ταύτην ἡμέραν, τελοῦνται ὅσα καὶ ἐν τῇ προηγουμένῃ, πλὴν τοῦ Ἁγιασμοῦ. Κατὰ τὴν ἔξοδον ἐκ τοῦ Ἱ. Ναοῦ ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ· Μετὰ δὲ τὴν εἰς τὸ περίπτερον ἄφιξιν, ὁ Πατριάρχης ποιεῖ Εὐλογητὸν κ.λπ. ὡς ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Δευτέρᾳ. Μετὰ τὰ τροπάρια, εἰ θέλει ὁ Πατριάρχης, ψάλλεται ὁ Μικρὸς Παρακλητικὸς Κανὼν τῆς Θεοτόκου.
Μετὰ τὸ πέρας τῆς Παρακλήσεως καὶ τοῦ Μνημοσύνου τῶν εἰσενεγκόντων εἰς εἴδη, χρῆμα καὶ ἐργασίαν, ὁ Πατριάρχης ἐκφωνεῖ τὸ:
Ἐπάκουσον ἡμῶν..., καὶ ποιεῖ ἀπόλυσιν: Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν... Ἀκολούθως ἐμβάλλει ἐν τοῖς λέβησι καὶ τὸν ὑπολειπόμενον οἶνον καὶ ἔλαιον καὶ τὰ ἀρώματα μετὰ τῶν ἀνθέων, καὶ ἄρχεται εἶτα ἡ ἀνάγνωσις τῶν Ἱ. Εὐαγγελίων, ὡς καὶ κατὰ τὴν προηγουμένην ἡμέραν. 

Τῌ  ΑΓΙᾼ  ΚΑΙ   ΜΕΓΑΛῌ  ΤΕΤΑΡΤῌ 

Τῆς παρασκευῆς καὶ ἑψήσεως τοῦ Μύρου συντελεσθείσης, τὴν πρωΐαν τῆς Μ. Τετάρτης τὸ ὅλον τοῦ ἐν τοῖς λέβησιν ἑψημένου Μύρου ἐκκενοῦται ὑπὸ τῶν Κοσμητόρων ἐν τοῖς προητοιμασμένοις δοχείοις, ἀποσταχθὲν δὲ καὶ οὕτως ἐκκαθαρισθέν, τίθεται αὖθις ἐν τοῖς λέβησιν οἵτινες πρότερον καθαίρονται ἐπιμελῶς, τῆς ὑποστάθμης φυλασσομένης χάριν τῶν εὐλαβῶν Χριστιανῶν.
Κατὰ τὴν ἔξοδον ἐκ τοῦ Ναοῦ ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Μετὰ τὴν εἰς τὸ περίπτερον ἄφιξιν

Ὁ Πατριάρχης
Ποιεῖ Εὐλογητόν. Τὸ Βασιλεῦ Οὐράνιε...
 
Ὁ Μ. Ἐκκλησιάρχης
Τὸ Τρισάγιον.
 
Ὁ Πατριάρχης
Ὅτι Σοῦ ἐστιν ἡ Βασιλεία...
 
Καὶ ψάλλονται ὑπὸ πάντων τὰ τροπάρια
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.
Δόξα
τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος. Ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε. Καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.
Καὶ  νῦν
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
 
Ὁ Δευτερεύων
Πρόσχωμεν.
 
Ὁ Πατριάρχης τὴν εὐχὴν
Θεὲ προαιώνιε, Πάτερ Παντοκράτωρ, Υἱὲ Μονογενές, ἀπαύγασμα τοῦ Πατρὸς καὶ Πνεῦμα συναΐδιον, ἐκ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ τὰ πάντα τελειοῦν καὶ ἁγιάζον. Τρισυπόστατε Μονάς, φύσις ἀδιαίρετε· εὐχαριστοῦμέν Σοι, ὅτι κατηξίωσας ἡμᾶς τελειῶσαι τὸ ἱερὸν ἔργον τοῦτο, εἰς ἁγιασμὸν τῶν Ὀρθοδόξων Χριστιανῶν, πρεσβείαις τῆς Ὑπερενδόξου Θεοτόκου, τῶν ἀΰλων Σου Λειτουργῶν, τῶν Ἁγίων Σου Μαθητῶν καὶ Ἀποστόλων καὶ πάντων Σου τῶν Ἁγίων, τῶν ἀπ᾽ αἰῶνος Σοι εὐαρεστησάντων. Ἀμήν.

Εἶτα ὁ Πατριάρχης ἐγχέει τὰ εὐώδη ἔλαια, κατὰ τὴν τάξιν· μεθ᾽ ὃ ποιεῖ τὴν αὐτὴν ἀπόλυσιν καὶ ἀπέρχεται. Ἀκολουθεῖ δὲ ἡ ἀνάγνωσις τῶν  Ἱ. Εὐαγγελίων, ἄχρι τῆς ὥρας τοῦ Ἱ. Εὐχελαίου. 

Τῌ  ΑΓΙᾼ  ΚΑΙ   ΜΕΓΑΛῌ   ΠΕΜΠΤῌ 

Τῇ πρωΐᾳ, μετὰ τὴν Ἀκολουθίαν τοῦ Ὄρθρου ἐν τῷ Π. Παρεκκλησίῳ, ἐν ᾧ ἀπὸ τῆς προτεραίας μετενεχθέντα μένουσι τὰ δοχεῖα, ἐν οἷς ἐκενώθη τὸ Μύρον, προσέρχονται οἱ ὁρισθέντες Πρεσβύτεροι καὶ Διάκονοι καὶ λαμβάνουσι καιρὸν παρὰ τοῦ Πατριάρχου. Μεθ᾽ ὃ ἄρχεται ἡ ἀμφίεσις τοῦ μὲν Πατριάρχου ἐν τῷ Π. Παρεκκλησίῳ, τῶν δὲ Ἁγίων Ἀρχιερέων ἐν τῇ ἐπὶ τούτῳ Π. Αἰθούσῃ, τῶν Πατριαρχικῶν Χορῶν ψαλλόντων τὸ· «Ἄνωθεν οἱ Προφῆται».
Συμπληρωθείσης τῆς Ἱ. Ἀμφιέσεως, γίνεται ἐν λιτανείᾳ ἡ κάθοδος εἰς τὸν Π. Ναόν, ἠχούντων τῶν Κωδώνων, κατὰ τὴν ἀκόλουθον τάξιν:
Προπορεύεται ὁ Τίμιος Σταυρὸς μετὰ τῶν Ἐξαπτερύγων. Ἕπονται οἵ, Πατριαρχικοὶ Χοροί, ψάλλοντες τὰ ἀκόλουθα στιχηρὰ

Ἦχος α´.
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον βρύει προφητείας· ἱερέας τελειοῖ· ἀγραμμάτους σοφίαν ἐδίδαξεν· ἁλιεῖς θεολόγους ἀνέδειξεν· ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα Σοι.
Ἦχος β´.
ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός Σου. Σὺ εἶ Θεὸς πρῶτος, Σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας Σὺ εἶ ὁ Θεὸς ἡμῶν.
 
ν ταῖς αὐλαῖς σου ὑμνήσω Σε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω Σου τὴν ἀήττητον δύναμιν. Ἐν ἑσπέρα καὶ πρωΐ καὶ μεσημβρία, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω Σε, Κύριε.
 
ν ταῖς αὐλαῖς Σου, Κύριε, οἱ πιστοί, τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμεν Σε, τὸν Ἄναρχον Πατέρα καὶ τὸν Συνάναρχον Υἱόν, καὶ τὸ Συναΐδιον καὶ Πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ἀκολουθεῖ ὁ Μ. Πριμικήριος, φέρων τὸ διβάμβουλον.

Εἶτα δύο ἐξωτερικοὶ Διάκονοι, κρατοῦντες τὰ Διακονικὰ Ἑξαπτέρυγα.
Εἰκοσιτέσσαρες Ἀρχιμανδρῖται καὶ Ἱερομόναχοι, κρατοῦντες, ἔνθεν καὶ ἔνθεν, τὰ δώδεκα μεγάλα ἀργυρᾶ δοχεῖα.
Οἱ Ἀρχιδιάκονοι τῶν Ἱ. Μητροπόλεων Χαλκηδόνος, Δέρκων καὶ Πριγκηποννήσων, κρατοῦντες θυμιατήρια καὶ δικηροτρίκηρα.
Οἱ Ἅγιοι Συνοδικοὶ Ἀρχιερεῖς, εἰς δύο στίχους, κρατοῦντες τὰ μικρὰ ἀργυρᾶ δοχεῖα. Ὁ α´ καὶ ὁ β´ τῇ τάξει Μητροπολῖται, κρατοῦντες τὰ ἀλάβαστρα, περιέχοντα τὸ μέν, προηγιασμένον Μύρον, τὸ δέ, μήπω ἁγιασθὲν Μύρον.
Ἐν δὲ τῷ βάθει τῆς ὅλης παρατάξεως, ἔρχεται ὁ Πατριάρχης, κρατῶν τὴν μικρὰν Μυροθήκην καὶ περιστοιχούμενος ὑπὸ τοῦ Μ. Πρωτοσυγκέλλου, τοῦ Ἀρχιγραμματέως καὶ τῶν τεσσάρων Πατριαρχικῶν Διακόνων, τῶν τελευταίων ἐν στολῇ καὶ κρατούντων δικηροτρίκηρα.
Τῆς ἱερᾶς Πομπῆς εἰσελθούσης εἰς τὸν Πατριαρχικὸν Ναόν, οἱ μὲν Πρεσβύτεροι τιθέασι τὰ μεγάλα ἀργυρᾶ δοχεῖα ἔξω τοῦ Ἱ. Βήματος, πρὸ τοῦ Εἰκονοστασίου, ἔνθεν καὶ ἔνθεν, καὶ εἰσέρχονται εἰς τὸ Ἱ. Βῆμα μετὰ τοῦ Πατριάρχου, ἀποθέτουσι τὰ μικρὰ δοχεῖα ἐπὶ ηὐτρεπισμένης τραπέζης ὄπισθεν τῆς Ἁγίας Τραπέζης, τῶν δύο ἀλαβάστρων τιθεμένων ἐπὶ τῆς Ἁγίας Προθέσεως, καὶ ἐξέρχονται πάντες εἰς τὸν Σωλέα, ὅπου οἱ μὲν Ἅγιοι Ἀρχιερεῖς καταλαμβάνουσι τὰς οἰκείας αὐτῶν θέσεις, ὁ δὲ Πατριάρχης, εὐλόγησας τὸν λαόν, τῶν ψαλτῶν ψαλλόντων τὸ
«Εἰς πολλὰ ἔτη», ἀνέρχεται τὸν Πατριαρχικὸν Θρόνον καὶ μετὰ τὸ «Εὐλογημένη ἡ Βασιλεία...», ἀναγινώσκει τὸν «Προοιμιακόν», καὶ ἄρχεται οὕτως:

Ὁ Οἰκουμενικὸς Πατριάρχης Δημήτριος Α´
καὶ οἱ Ἀρχιερεῖς κατὰ τὸν καθαγιασμὸν
τοῦ Ἁγίου Μύρου τὸ ἔτος 1973.

Η  ΘΕΙΑ  ΛΕΙΤΟΥΡΓΙΑ 

Ἐπιστάσης δὲ τῆς ὥρας τῆς Μεγάλης Εἰσόδου, οἱ Πρεσβύτεροι, αἴροντες τὰ πρὸ τοῦ Εἰκονοστασίου δοχεῖα, ἀνὰ δύο ἕν, ἔρχονται διὰ τοῦ Ἱ. Βήματος εἰς τὴν Β. Πύλην. Προηγοῦνται πρῶτον ὁ Τίμιος Σταυρός· εἴτα οἱ Λαμπαδοῦχοι· μεθ᾽ ὃ δύο Διάκονοι θυμιῶντες. Ἕπονται· ὁ Μ. Ἀρχιμανδρίτης, βαστάζων τὸ ἀλάβαστρον τοῦ προηγιασμένου Μύρου· ὃ λαμβάνων ὁ Πατριάρχης ἀπὸ τῆς Προθέσεως δίδωσιν αὐτῷ, καὶ ὁ Μ. Σύγκελλος, ἀπὸ τῶν χειρῶν τοῦ Πατριάρχου λαμβάνων καὶ κρατῶν τὸ ἀλάβαστρον τοῦ μήπω ἁγιασθέντος Μύρου. Μετ᾽ αὐτοὺς δύο Διάκονοι μετὰ τῶν Ἐξαπτερύγων αὐτῶν καὶ οἱ Ἱερεῖς, κρατοῦντες τὰ δοχεῖα, εἰς δύο στίχους. Ἕπονται δὲ μετ᾽ αὐτούς, οἱ τὰ Τίμια Δῶρα κομίζοντες.
Ὅταν παραγένωνται πρὸ τῶν Ἁγίων Θυρῶν, ὁ Πατριάρχης προσκυνῶν λαμβάνει ἀπὸ τῶν χειρῶν τοῦ Μ. Ἀρχιμανδρίτου τὸ ἀλάβαστρον τοῦ ἡγιασμένου Μύρου, ὅπερ ἀσπασάμενος τίθησιν ἐπὶ τῆς Ἁγίας Τραπέζης, ἐκ δεξιῶν τοῦ Ἁγίου Ποτηρίου. Εἴτα λαβὼν ἀπὸ τῶν χειρῶν τοῦ Μ. Συγκέλλου τὸ ἀλάβαστρον τοῦ Μύρου, τοῦ μήπω ἁγιασθέντος, καὶ εὐλογῶν αὐτό, λέγει:
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν, καὶ τίθησιν ἐπὶ τῆς Ἁγίας Τραπέζης, ἐξ ἀριστερὼν τοῦ Ἁγίου Δίσκου. Οἱ δὲ Ἱερεῖς εἰσάγουσιν ἐν τῷ Ἱ. Βήματι τὰ δοχεῖα, θέτοντες πέριξ τῆς Ἁγίας Τραπέζης. Μεθ᾽ ὃ γίνεται ἡ τῶν Τιμίων Δώρων ὑποδοχή. 

Μετὰ δὲ τὸ εἰπεῖν τὸν Πατριάρχην
«Καὶ ἔσται τὰ ἐλέη τοῦ Μεγάλου Θεοῦ...».
 
Ὁ Μ. Ἀρχιδιάκονος ἐκφωνεῖ
Πρόσχωμεν.
 
Ὁ Πατριάρχης
Ἀνερχόμενος τὴν κρηπίδα τῆς Ἁγίας Τραπέζης, καὶ ἀποκαλύπτων πρῶτον τὸ πλῆρες Μύρου μήπω ἁγιασθέντος ἀλάβαστρον, εὐλογεῖ τρὶς λέγων: Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Οὕτως ἀποκαλύπτει καὶ εὐλογεῖ ὁμοίως καὶ τὰ λοιπὰ δοχεῖα, ἐν ᾧ χρόνῳ ψάλλουσιν οἱ Ἀρχιερεῖς τὸ, Εὐλογητὸς εἶ Χριστέ, τὸ' Ὅτε καταβάς, καὶ τὸ'  Πάντα χορηγεῖ.
 
Μετὰ ταῦτα ὁ Μ. Ἀρχιδιάκονος ἐκφωνεῖ
Πρόσχωμεν.
 
Ὁ Πατριάρχης
Σφραγίζει ἐκ δευτέρου τὰ δοχεῖα πάντα τρίς, ἐπιλέγων ἐπὶ πάντων: Εἰς τὸ ὄνομα τοῦ Πατρὸς κ.τ.λ.

Ἀκολούθως, μεγάλη τῇ φωνῇ, ὁ Δευτερεύων ἀπαγγέλλει τὸν

Στίχ. Ἰδοὺ δὴ τί καλόν, ἤ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό!
Ὁ Πατριάρχης ἐκφώνως
χάρις τοῦ Ἀνάρχου Πατρὸς εἴη καθαγιάζουσα τόδε τὸ Ἅγιον Μύρον. 
Εἴτα ὁ Τριτεύων τὸν
Στίχ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών.
Ὁ Πατριάρχης ἐκφώνως
χάρις τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ εἴη μετά σοι, Μύρον Ἅγιον. 
Ὁ Δευτερεύων αὖθις τὸν
Στίχ. Τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. 
Ὁ Πατριάρχης ἐκφώνως
χάρις τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος εἴη μετά σου, Μύρον Ἅγιον.
Εἶτα ὁ Δευτερεύων
Πρόσχωμεν. 
Ὁ Τριτεύων
Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Πατριάρχης καὶ οἱ Ἀρχιερεῖς
Κλίνοντες τὰ γόνατα, ἀναγινώσκουσι μυστικῶς τὴν ἀκόλουθον Εὐχήν, τῶν ἐν τῷ Ἱερῷ Βήματι Ἱερέων καὶ Διακόνων ψαλλόντων τό·
Κύριε ἐλέησον.

Θεός, ὁ Μέγας καὶ Ὕψιστος, ὁ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγὴ καὶ τῆς ἀγαθότητος ἄβυσσος, τὸ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· Αὐτός, Φιλάνθρωπε Δέσποτα, ὁ τῶν αἰωνίων καὶ θαυμασίων Θεός, Ὃν οὐδεὶς ἐννοῶν ἰσχύει καταλαβέσθαι· Ἐπίβλεψον καὶ εἰσάκουσον ἡμῶν, τῶν δούλων Σου· Σὲ ἱκετεύομεν καὶ Σὲ παρακαλοῦμεν καὶ δεόμεθα· Κατάπεμψον τὸ Ἅγιόν Σου Πνεῦμα καὶ ἁγίασον τὸ Μύρον τοῦτο. Καὶ ποίησον αὐτὸ μύρον ἀγαλλιάσεως Πνεύματος Ἁγίου, μύρον ἀναγεννήσεως, ἁγιασμοῦ χρῖσμα, βασιλικὸν ἔνδυμα, θώρακα δυνάμεως, εἰς ἀποτροπὴν πάσης διαβολικῆς ἐνεργείας, σφραγίδα ἀνεπιβούλευτον, ἀγαλλίαμα καρδίας, εὐφροσύνην αἰώνιον. Ἵνα οἱ ἐκ τούτου χρισμένοι ἐκλάμποντες, ὡς οἱ φωστῆρες τοῦ οὐρανοῦ τῇ φαιδρότητι, μὴ ἔχοντες σπίλον ἢ ῥυτίδα, καταδεχθῶσιν εἰς τὰς αἰωνίους ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβεῖον τῆς ἄνωθεν κλήσεως. Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ᾽ Οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Μετὰ τὴν τῆς Εὐχῆς συμπλήρωσιν. 

Ὁ Πατριάρχης
Εἰρήνη πᾶσι.
 Ὁ Μ. Ἀρχιδιάκονος
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
 Ὁ Πατριάρχης
Ἐκφώνως τὴν ἀκόλουθον Εὐχήν, τῶν Ἀρχιερέων ψαλλόντων τὸ·
Κύριε ἐλέησον.

Σοί, τῷ Θεῷ τῶν ὅλων καὶ Βασιλεῖ, τὸν αὐχένα τῆς καρδίας εὐχαριστοῦντες ἐκλίναμεν, ἀνθ᾽ ὧν οὐκ ἀξίους ὄντας ἡμᾶς διακόνους γενέσθαι τοῦ Θείου Σου τούτου Μυστηρίου κατηξίωσας, καὶ τὸν ἔλεον κηρύττομεν, ὃν ἐφ᾽ ἡμᾶς πλουσίως ἐξέχεας. Σὺ γὰρ ὑπάρχεις προσκυνητὸς καὶ δεδοξασμένος, καί Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῳ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Μεθ᾽ ὃ, σφραγίσας τρὶς πάντα τὰ δοχεῖα καὶ τρὶς εὐλόγησας τῇ δεξιᾷ καὶ λέγων ἐπὶ πάντων· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς... κ.τ.λ., καλύπτει ταῦτα καὶ εὐλογεῖ εἶτα τὸν Λαὸν διὰ τοῦ τρικηρίου. Καὶ ἐξακολουθεῖ ἡ Θ. Λειτουργία, τοῦ Διακόνου ἐκφωνοῦντος τό· Πάντων τῶν Ἁγίων μνημονεύσαντες...
Μετὰ τό·
Εἴη τὸ ὄνομα Κυρίου... ἐν λιτανείᾳ, κατὰ τὴν αὐτὴν τάξιν τῆς καθόδου ἐκ τοῦ Πατριαρχικοῦ Παρεκκλησίου εἰς τὸν Πατριαρχικὸν Ναόν, μεταφέρεται τὸ Ἅγιον Μύρον ἐκ τοῦ Πατριαρχικοὺ Ναοῦ εἰς τὸ Μυροφυλάκιον, τῶν Π. Χορῶν ψαλλόντων τὸν ΜΔ´ Ψαλμὸν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Τῆς ἱερᾶς Πομπῆς ἀφικομένης εἰς τὸ Μυροφυλάκιον, ὁ Πατριάρχης ἐγχέει πρῶτος ἐν τοῖς πίθοις τὸ ἐν τοῖς μικροῖς δοχείοις Ἅγιον Μύρον, εἶτα δὲ οἱ Πρεσβύτεροι τὸ ἐν τοῖς μεγάλοις. Ἀκολούθως ὁ Πατριάρχης ἐξέρχεται τοῦ Μυροφυλακίου καὶ ποιεῖ τὴν Ἀπόλυσιν·
«Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν...». 

Ἡ ὅλη δὲ Τελετὴ ἐπισφραγίζεται μὲ τὸν Πολυχρονισμὸν τοῦ Πατριάρχου.

Ὁ Οἰκουμενικὸς Πατριάρχης Βαρθολομαῖος ἀπονέμων εἰς τοὺς μετασχόντας  τῶν ἐκδηλώσεων ἑορτασμοῦ "ΣΤΑΥΡΟΝ ΔΙΑΚΟΝΙΑΣ".